Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Ἄνθρωπόν σε ἔγνωμεν Θεοῦ, κλήσει τε καὶ πράγματι· ταῖς ἀρεταῖς γὰρ διέλαμψας, πτωχείαν ἄμετρον, καὶ στενοχωρίαν, ἐπὶ γῆς κτησάμενος, καὶ θαύμασι πιστούς πιστωσάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἔρωτι δροσίζοντι σαρκός, ἔρωτας φλογίζοντας, ἐναποσβέσας Ἀλέξιε, θαλάμου θάλαμον, εὐσεβῶς ἠλλάξω, ἡδονῆς τε σώματος, τὴν θείαν τῶν Ἀγγέλων ὁμοίωσιν, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Μένεις ἀγνοούμενος Σοφέ, πρὸ πυλῶν θλιβόμενος, τῶν εὐγενῶν γεννητόρων σου, ἐμπαροινούντων σοι, τῶν οἰκείων παίδων, ἐπὶ χρόνον μήκιστον, θανὼν δὲ φανεροῦσαι τοῖς θαύμασιν, οἷς ἐπετέλεσας, θεραπεύων τὰ νοσήματα, καὶ διώκων ἀκάθαρτα πνεύματα.
Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλήν, ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνεκάλεσας.
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις, πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.
Ἐκ ῥίζης ἐβλάστησας, περιφανοῦς καὶ κλεινῆς, ἐκ πόλεως ἤνθησας, βασιλικῆς καὶ λαμπρᾶς, Ἀλέξιε πάνσοφε, πάντων δ' ὑπερφρονήσας, ὡς φθαρτῶν καὶ ῥεόντων, ἔσπευσας συναφθῆναι, τῷ Χριστῷ καὶ Δεσπότῃ. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν· ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται».
Στενοτάτην ὥδευσας ὁδόν, ἄμεμπτον καὶ ὅσιον, βίον Σοφὲ μετελθὼν ἐκ νεότητος· διό μου τὴν στένωσιν καταπλάτυνον, τοῦ νοὸς εὐφημῆσαί σε, τὸν πρὸς Παραδείσου, πλάτος αὐλιζόμενον Ἀλέξιε.
Ἑαυτὸν διόλου τῷ Θεῷ, Μάκαρ ἀναθέμενος, ἔξω Σαρκὸς καὶ κόσμου ἐχρημάτισας, πλούτου διαρρέοντος, τὸν οὐράνιον προτιμήσας καὶ μένοντα, καὶ ἐνεγκαμένης, πόλιν τὴν Σιὼν τὴν αἰωνίζουσαν.
Τῆς νηδύος σὺ τῆς μητρικῆς, στείρωσιν διέλυσας, ἀποτεχθεὶς ὡς Σαμουὴλ Πανόλβιε, ἐν γαστρὶ καρδίας δέ, τὸν ἁγνότατον συλλαβὼν φόβον ἔτεκες, πνεῦμα σωτηρίας, θείαις ἀρεταῖς διὰ τῆς πίστεως.
Ὁ Θεοῦ συνάναρχος Υἱός, ἔσχεν ὡς αἰτίαν σε, τῆς πρὸς ἡμᾶς Παρθένε ὁμοιώσεως, μόνην ὑπὲρ πᾶσαν, κτίσιν ἄχραντε καθαρὰν σε εὑράμενος· ὅθεν σε ὑμνοῦμεν, πᾶσαι γενεαὶ καὶ μακαρίζομεν.
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».
Νυττόμενος τῷ ἔρωτι, τῆς ἁγνείας θάλαμον, τοῦ ἐπὶ γῆς οὐράνιον, ἀντηλλάξω καὶ γυναικὸς ἡδονῆς, τὴν ἡδίστην Ἀγγέλων ἐξομοίωσιν.
Θορύβους τοὺς ἐν βίῳ, καὶ ὄγκον πλούτου ἔλιπες, καὶ μετανάστης γέγονας, τῆς Πατρίδος Πάτερ Ἀλέξιε, τοῦ Χριστοῦ τὴν πτωχείαν ἐκμιμούμενος.
Ἐν δάκρυσι καὶ πόνοις, καὶ ἐγκρατείᾳ Πάνσοφε, τὸ ἀγαθὸν ἐζήτησας, πότε ἥξει φῶς ἐπιγνώσεως, τὴν ἀπάθειαν νέμον τῇ καρδίᾳ σου.
Ὁ ἄνω ἀθεώρητος, τοῖς Ἀγγέλοις Ἄχραντε, κάτω ἐκ σοῦ γενόμενος, καθορᾶται τέλειος ἄνθρωπος, ἀπολλύμενον κόσμον ἀνακτώμενος.
Τοὺς ἱδρῶτας καὶ πόνους τους σοὺς Σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Κόσμου τερπνότητα ὁσίως ἔλιπες, ἀνταλλαξάμενος πλούτου τοῦ ῥέοντος, τὸν ἀδιάρρευστον σαφῶς, καὶ μένοντα Ἀλέξιε· ὅθεν μετὰ πάντων σε, τῶν Ἁγίων δοξάζομεν, καὶ πανηγυρίζομεν, ἱερῶς ἐν τῇ μνήμῃ σου, αἰτούμενοι εὑρεῖν ταῖς εὐχαῖς σου, Πάτερ τὸ μέγα ἔλεος.
Ἀκατανόητον καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν μέγα μυστήριον· τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ἐκδυσώπει, ὡς Υἱόν σου, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἡ σὲ κυήσασα Χριστὲ εἰσβλέψασα, Σταυρῷ ὑψούμενον, ὥσπερ κατάκριτον, θρηνολογοῦσα γοερῶς, τοιαῦτα ἀπεφθέγγετο· Οἴμοι! πῶς σε ἄνομος, δῆμος ὅλως οὐκ ᾤκτειρε, τοῦτον οἰκτειρήσαντα, διὰ πλῆθος ἐλέους σου. Μὴ με ἐγκαταλίπῃς ἐν Κόσμῳ μόνην, ὁ μόνος ἀναμάρτητος.
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἀγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».
Ὑπέμεινας, τὴν πτωχείαν προσαίτης γενόμενος, πτωχὸς ὥσπερ Λάζαρος· ἔρως γὰρ θεῖος ἠρέθιζε, Μάκαρ τὴν καρδίαν σου, ἐπιποθοῦσαν τὸν πλοῦτον τὸν οὐράνιον.
Ἀπέριττον, καὶ ἀπράγμονα βίον ἐπόθησας, ἅπαξ σιτιζόμενος, τῆς ἑβδομάδος Ἀλέξιε, πόθῳ τῆς μενούσης σε, ἀδιαρρεύστου παμμάκαρ ἀπολαύσεως.
Ναὸν Θεοῦ, τὴν καρδίαν ζητῶν ἀπεργάσασθαι, ἐν οἴκῳ ἠγάπησας, τῆς Θεομήτορος Ἔνδοξε, πάντοτε καθέζεσθαι, καὶ τὰ οὐράνια κάλλη ἐνοπτρίζεσθαι.
Θηλάσασα, τὸν Δοτῆρα Παρθένε τοῦ γάλακτος, πεινῶσαν καὶ στένουσαν, νῦν τὴν καρδίαν μου κόρεσον, πάσης ἐπιγνώσεως, καὶ κατανύξεως θείας ἱκετεύω σε.
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».
Ῥοαῖς ἱερῶν, καταρδεύων πάντοτε δακρύων σου, ψυχὴν ἐγεώργησας, στάχυν ἀληθῶς ἑκατοστεύοντα, γεωργῷ ἀθανάτῳ, καλῶς διατηρούμενον.
Ὡράθης ἐν γῇ, πολιτείαν ἄσαρκον μιμούμενος, τῇ ὑπερβαλλούσῃ σου, Πάτερ ἐγκρατείᾳ ἀξιάγαστε, καὶ εὐχῆς προσεδρίᾳ, δι' ἧς φῶς ἐχρημάτισας.
Πυρὶ προσευχῶν, ἁμαρτίας ἔφλεξας τὴν ὕλην Σοφέ, ἀγρύπνοις δὲ στάσεσι, πᾶσαν ἡδυπάθειαν ἐκοίμισας, κοιμηθεὶς δὲ πρὸς φέγγος, μετέβης τὸ ἀνέσπερον.
Ὁ φῶς κατοικῶν, τὴν ἁγίαν ᾤκησε νηδύν σου Ἁγνή, κόσμου ἀπολλύμενον, σκότει ἀγνωσίας ἀνακτώμενος, ὃν ἱκέτευε πάντας, φωτίσαι τοὺς ὑμνοῦντάς σε.
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Ναὸν ζῶντα Θεοῦ σε γενόμενον, τοῦ Χριστοῦ τὸ σκήνωμα, ἡ Ἀπειρόγαμος, προσφανεροῖ κρυπτόμενον, καὶ δοξάζει λανθάνειν σπουδάζοντα.
Αἱ εὐχαί σου Θεῷ ὡς θυμίαμα, Μάκαρ προσεδέχθησαν, ἔνθεν τῷ βίῳ σου, τὰ τῶν πιστῶν φρονήματα, εὐωδίασας Πνεύματος χάριτι.
Ἱερᾷ πολιτείᾳ κοσμούμενον, πάλιν ὁ Χριστὸς μὴ βουλόμενον Ἔνδοξε, σὲ τῇ πατρίδι δίδωσιν, ἀποφεύγοντα δόξαν τὴν πρόσκαιρον.
Νόμους φύσεως ἄχραντε Δέσποινα, ὁ δημιουργὸς καινουργήσας τῆς κτίσεως, ἐκ σοῦ ἀρρήτως τίκτεται, καὶ θεοὶ με δι' ἄμετρον ἔλεος.
Ἀλεξίου σήμερον τοῦ πανολβίου, ἑορτὴν τὴν πάνσεπτον, ἐπιτελοῦντες εὐσεβῶς, αὐτὸν ὑμνήσωμεν λέγοντες· χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.
Τὶς τὰς σεπτάς σου ἀρετὰς ἀξίως εὐφημήσει, καὶ ἱκανῶς ὑμνήσει, Ἀλέξιε θεόφρον, τὴν σωφροσύνην, τὴν ὑπομονήν, τὴν πραότητα, τὴν ἐγκράτειαν, τὸν ἀκατάπαυστον ὕμνον, τὴν ἄκραν σκληραγωγίαν, καὶ ἄμετρον ταπείνωσιν, δι' ὧν Ἀγγέλοις ἐφάμιλλος γενόμενος. Πρεσβεύεις ἀεὶ ὑπὲρ τοῦ κόσμου παντός· διὸ ἀκούεις Ὅσιε, νῦν παρὰ πάντων Πιστῶν. Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου τοῦ Ἀνθρώπου τοῦ Θεοῦ.
Ἄνθρωπος ἐν γῇ τοῦ Θεοῦ κληθεὶς μόνος,
Ἕξεις τὶ καινὸν κἄν πόλῳ, Πάτερ μόνος.
Ἑβδομάτῃ δεκάτῃ, Ἀλέξιε, πότμον ἀνέτλης.
Τῇ αὐτῇ ἡμέρᾳ, συνέφθασε καὶ ἡ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς τοῦ Σεισμοῦ, ἧς παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύριος, γέγονε δὲ ἐπὶ Κωνσταντίνου Βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παῦλος ὑπὲρ τῶν Ἁγίων Εἰκόνων πυρὶ τελειοῦται.
Ζῆλος διεξέκαυσε Παῦλον Εἰκόνων,
ᾯ φλὸξ δι' αὐτὰς ἐξεκαύθη καμίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοστήρικτος, Ὁμολογητής, ἐν εἰρήνῃ τελειοῦται.
Στήριγμα πιστοῖς καὶ μεταστὰς ἐκ βίου,
Τὰς σάς, Θεοστήρικτε, πρεσβείας δίδου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος».
Ἐπέμενες Ὅσιε τῶν γεννητόρων, πυλῶσι καθήμενος, καὶ ὅλως ἀγνοούμενος, καὶ παίδων παροινίαν ὑποδεχόμενος, καὶ καταπαιζόμενος δεινῶς, καὶ ἐν πτωχείᾳ πολλῇ θλιβόμενος.
Σαρκός σου τὸ φρόνημα ἀπονεκρώσας, ὁρῶν τοὺς γεννήτορας, καὶ τούτοις ἀγνοούμενος, τῆς φύσεως ἔστεγες τὴν βίαν Ὅσιε, καὶ τὴν ἐξουθένησιν τῶν σῶν, ἀπείρων παίδων ἐπιθλιβόντων σε.
Ὦ θαῦμα! πῶς ἔμεινας ἀεὶ πτωχεύων, ἐν πλούτῳ Ἀλέξιε, ἀπείρου ταπεινώσεως! πῶς ἤνεγκας παίζεσθαι καὶ ὀνειδίζεσθαι, ὑπὸ παίδων πάνσοφε τῶν σῶν, ἀγνοησάντων τὴν πολιτείαν σου!
Μεγάλου διάκονος σὺ Μυστηρίου, ἐγένου πανάμωμε· Θεὸν γὰρ ἐσωμάτωσας, μεγάλων κακῶν ἡμᾶς ἀπολυτρούμενον, τοὺς σὲ μεγαλύνοντας Ἁγνή, εὐλογημένη Θεοχαρίτωτε.
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, ἐνεργείας διεμέριζε, τῷ τὰς θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».
Ἄγνωστος τὸ πρίν, γεννήτορσιν ὑπάρχων, ἐν τῷ καιρῷ τῆς ἐκδημίας σου, τούτοις τὸ μυστήριον, ἐκκαλύπτεις φανερούμενος, εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν· Ἔνδοξε τοῦ μεγάλως σε, καὶ ἀξίως δοξάσαντος.
Κύριος φωνῇ, μεγάλῃ φανεροῖ σε, πάσῃ τῇ Ῥώμῃ τὸν κρυπτόμενον, θησαυρὸν Πανόλβιε, ἐν πτωχοῦ σχήματι κείμενον, καὶ δωρεαῖς ἰάσεων, ἅπαντας τοὺς ἐν πίστει, σοὶ προσιόντας πλουτίζοντα.
Ἄρχοντες λαῶν, καὶ Βασιλεῖς συνῆλθον, καὶ ἱερεῖς Μάκαρ κηδεῦσαί σε, Θεοῦ ἐπινεύσεσι, καὶ κατεῖδον μέγα θέαμα, θαμβούμενοι θαύμασιν, Ὅσιε οἷς ἐτέλεις, θείᾳ δυνάμει τοῦ Πνεύματος.
Ῥεύσαντας ἡμᾶς, τῇ πάλαι παραβάσει, ἀνακαινίζων ὁ φιλάνθρωπος, ἀρρεύστως σεσάρκωται, ἐξ ἀφθόρου σου Πανάμωμε, νηδύος καὶ ἐρρύσατο, ἅπαντας ἁμαρτίας, καταφθορᾶς παναμώμητε.
«Ἀνάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Ἰδεῖν κατηξίωσαι, Θεοῦ τὴν δόξαν Ὅσιε, τοῦ λαμπρῶς σε ἐν τέλει Μάκαρ δοξάσαντος· φῶς γὰρ οἱ μὴ βλέποντες εἶδον, καὶ τὸ λαλεῖν ἔλαβον οἱ πρώην, τυγχάνοντες ἄλαλοι, παναοίδιμε Ἀλέξιε.
Ὡράθης προκείμενος, καὶ πρὸς ταφὴν ἀγόμενος, ὥσπερ ἥλιος Πάτερ, πέμπων ἰάσεων, τὰς μαρμαρυγὰς παραδόξως, καὶ σκοτεινὰ πάθη φυγαδεύων, καὶ φλέγων τοὺς δαίμονας, καὶ φωτίζων τοὺς θεόφρονας.
Συνῆλθε κηδεῦσαί σε, Πατριαρχῶν ὁ πρόκριτος, Βασιλεύς τε ὁ λίαν φιλοχριστότατος, Ἄρχοντες πρεσβῦται καὶ νέοι, καὶ Μοναστῶν χοροὶ θείᾳ νεύσει καθαγιαζόμενοι, τῇ προσψαύσει σου Μακάριε.
Ἡρπάγης ἐν ἅρματι, τῶν ἀρετῶν ὀχούμενος, καὶ κατέπαυσας ἔνθα Ὁσίων τάγματα, καὶ τῶν Ἀποστόλων Μαρτύρων, Πατριαρχῶν, καὶ πάντων Δικαίων, μεθ' ὧν ἡμῶν μέμνησο, τῶν τιμώντων σε Ἀλέξιε.
Φωνὴν σοι προσάγομεν, τοῦ Γαβριὴλ γηθόμενοι, χαῖρε λέγοντες χώρα ἡ ἀγεώργητος, χαῖρε τῆς κατάρας ἡ λύσις, χαῖρε πηγή, ὕδατος τοῦ ζῶντος, Ὁσίων τὸ καύχημα, Θεοτόκε ἀειπάρθενε.
Ὦ θαῦμα! πῶς ἐν πυλῶσι, τῶν γεννητόρων χρονίως, ὥς τις ἀδάμας ὑπέστης, φύσεως βίᾳ μὴ καμφθείς, Γονέων τε καὶ συζύγου, Ἀλέξιε πικροῖς θρήνοις.
Χαριστηρίοις ὕμνοις, δοξάζοντές σε Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶμέν σοι Θεοτόκε· Χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.
ΤΡΙΩΔΙΟΝ
Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Ἀμέτρητά σοι πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, βρυγμὸν ὀδόντων, καὶ
κλαυθμὸν ἀπαράκλητον, γέενναν πυρός, καὶ σκότος καὶ τάρταρον. Κριτὰ δικαιότατε,
δάκρυα οὖν μοι δώρησαι, δι' ὧν εὕρω τὴν ἄφεσιν, καὶ κακῶν μου τὴν λύσιν, νηστεύων
καὶ κράζων σοι· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.
Ἐμὲ τὸν πλανηθέντα, ἐπὶ ὄρη δεινῶν παραβάσεων, ζήτησον Λόγε, καὶ πρὸς σὲ ἀνακάλεσαι,
ἤθη πονηρὰ ἐκ τῆς διανοίας μου, μακρὰν ἀπωθούμενος, θνήξαντα πάλιν ζώωσον, καὶ
νηστείᾳ καθάρισον, ἐν κλαυθμῷ διηνεκεῖ, βοῶντα καὶ λέγοντα· Δέσποτα Χριστέ, οἰκτείρησόν
με, διὰ μέγα καὶ πλούσιον ἔλεος.
Νηστείας ἐναρξάμενοι, Ἑβδομάδος τῆς τρίτης, τὴν Τριάδα τὴν σεπτήν, εὐφημήσωμεν
οἱ πιστοί, τὸ ἑξῆς περιχαρῶς διανύοντες, τῆς σαρκὸς δὲ τὰ πάθη ἀπομαράναντες, ἐκ
ψυχῆς ἡμῶν, ἄνθη θεῖα δρεψώμεθα, στεφάνους πλεξάμενοι τῆς κυρίας τῶν ἡμερῶν, ἵνα
πάντες τὸν Χριστόν, ὡς νικητήν, στεφανηφοροῦντες ἀνυμνήσωμεν.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν
μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
Στίχ. Ἡ σωτηρία σου, ὁ
Θεός, ἀντιλάβοιτό μου.
Στίχ. Ἰδέτωσαν πτωχοί,
καὶ εὐφρανθήτωσαν.
Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας,
λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ
λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ
Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ' ἀνοίξας δέξαι με, ὡς τὸν
Ἄσωτον Υἱόν, καὶ σῶσόν με.
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν
πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν
σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τῆς ἐγκρατείας τῷ πυρὶ φλέξωμεν πάντες, τὰς φρυγανώδεις τῶν παθῶν ἐπαναστάσεις,
καὶ τὴν φλόγα ἐκείνην τὴν μὴ σβεννυμένην, δακρύων νῦν κατασβέσωμεν ὀχετοῖς, βοῶντες
τῷ κρῖναι μέλλοντι πᾶσαν τὴν γῆν. Σῶτερ εὔσπλαγχνε Κύριε, ἀκατακρίτους ἡμᾶς,
συντήρησον, διδοὺς ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς
ἄνω Δυνάμεσι, καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως
δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν,
ὅπως εὕρωμεν ἔλεος.
Τριὰς ἁγία καὶ σεπτὴ τοὺς τὴν Νηστείαν, ἐν ἑβδομάδεσι τρισὶ διανύοντας, διαφύλαξον
σῴους καὶ ἀκατακρίτους, ἀξίως διευδρομῆσαι πρὸς τὸ ἑξῆς, καὶ πάσας τάς ἐντολάς
σου διατελεῖν, ἵνα οὕτω προφθάσωμεν, ἀκατακρίτως ἰδεῖν, τὴν ἔνδοξον Ἀνάστασιν, ὕμνον
αἶνον προσάγοντες.
Ἡ προστασία τῶν πιστῶν Θεοκυῆτορ, τῶν θλιβομένων ἡ χαρὰ καὶ τῶν πενθούντων, ἡ
μεγίστη παράκλησις, τὸν ἐκ τῆς γαστρός σου, Παρθένε τῆς παναγίας ὑπερφυῶς, τεχθέντα
ἀδιαλείπτως ὑπὲρ ἡμῶν, σὺν Ἀγγέλοις καὶ ἄρχουσι, δυσώπει ῥύσασθαι ἡμᾶς, ἐν ὥρᾳ
τῆς ἐτάσεως, τῆς δεινῆς κατακρίσεως.
Ἔχων ὡς Θεὸς τὸ συμπαθές, μετανοοῦντα δέξαι με, τὸν δαπανήσαντα, τὸν βίον μου ἀσώτως,
βοῶ σοι τό· Ἥμαρτον, κατηγόρων οὐ χρῄζω, τὴν αἰσχύνην τῶν ἔργων προσφέρων.
Βρῶσιν λελοιπὼς Ἀγγελικήν,
παρωμοιώθην κτήνεσιν, ἐν τῷ σιτίζεσθαι τὴν μοχθηρὰν κακίαν, ἀλλ' οὖν ἐπιστρέφοντα,
δέξαι με ὥσπερ ἕνα τῶν μισθίων, οὐράνιε Πάτερ.
Νύκτα ἡδονῶν τὴν ἐκ
τρυφῆς, προσγινομένην ἅπαντες, πιστοὶ ἀφέμενοι, φωτὶ τῆς ἀληθείας, σπουδαίως
προσέλθωμεν, ἵνα τῆς φωτοφόρου εὐωχίας, καταξιωθῶμεν.
Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγὴ τοῦ ἀθανάτου ῥείθρου,
τὴν ποίμνην σου, Δέσποινα, φύλαττε ἐκ παντοίων πολεμίων, ἀπολιορκήτως.
Νῦν ἐν ἑβδομάσι τρισίν, ὡς πάλαι τριήμερος ὁ Ἰσραήλ, ἁγνισθέντες ἀδελφοί, ὄρει εὐχῶν φθάσωμεν, καὶ ἐκεῖθεν θείων φωνῶν ἀκούσαντες, Χριστὸν ὑμνήσωμεν.
Ὥσπερ Σαμψὼν
νηστείᾳ, δυναμωθέντες δεῦτε, ὡς ἄλλον θῆρα πατάξωμεν λαοί, τὸν τῆς γαστρὸς δαίμονα,
καὶ οὐ μὴ γελάσῃ ἡ Δαλιδὰ τῶν παθῶν, ἐξαπατῶσα ἡμᾶς.
Τρία μέλπω χερουβικῶς, ἁγία σε Θεότης, φῶτα καὶ φῶς, καὶ ζωήν τε καὶ ζωάς, Θεὸν
τὸν γεννήσαντα, Θεὸν τὸν γεννηθέντα, Θεὸν καὶ τὸ ἐκ Πατρὸς ἐκπορευθέν, Πνεῦμα τὸ
ζῶν.
Χαῖρε ἡ τῆς Εὔας χαρά· ἡ γὰρ ἐκείνης λύπη, διὰ τοῦ τόκου σου, πέπαυται Ἁγνή, χαῖρε
ἀδύτου φωτός, φωτεινὴ νεφέλη, ἐξ ἧς ἀνέτειλε Χριστὸς ὁ Θεός.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Πίστει ὡς Δαυῒδ καὶ ἡμεῖς, τῇ ταπεινοφροσύνῃ, καθοπλισθέντες, ὡς ἄλλον Γολιάθ,
τὸν ὑπερήφανον νοῦν, καταβεβληκότες, συνδιακόψωμεν καὶ μυριάδας παθῶν.
«ᾌσωμεν ᾠδὴν τῷ Θεῷ, τῷ ἐκ πικρᾶς δουλείας, τοῦ Φαραὼ ῥυσαμένῳ Ἰσραήλ, καὶ ἐν
πυρίνῳ στύλῳ, καὶ φωτὸς νεφέλη καθοδηγήσαντι, ὅτι δεδόξασται».
Ἐκδαπανήσας οὐσίαν τὴν πατρῴαν, μετὰ πορνῶν ἐξεβλήθην, τῶν προαυλίων τῆς χάριτος,
ἀλλὰ δέξαι με Πάτερ, δι' ἄμετρον ἔλεος.
Ἐν φαιδροτάτῃ
νηστείας φωταυγείᾳ, τῶν προσευχῶν λαμπρυνθέντες χρηματίσωμεν, ὅπως τῆς ἁμαρτίας,
τὸ σκότος ἐκφύγωμεν.
Ἐκδυσωπεῖ σε χορὸς
τῶν Ἀσωμάτων, τὰ Χερουβὶμ ἱκετεύει, καὶ τῶν Ἁγίων τὰ τάγματα, τὰς ψυχὰς ἡμῶν σῶσον,
Χριστὲ πολυέλεε.
Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἐσκοτισμένον με μέθῃ, τῆς ἁμαρτίας σωφρόνισον,
Θεοτόκε Παρθένε, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Τὸ πατρῷον κειμήλιον, τὸ χρῆμα τὸ θαυμαστόν, τὴν μητέρα πάντων τῶν λατρευσάντων
τῷ Δεσπότῃ Χριστῷ, δεῦτε τρυφήσωμεν, ἀδελφοὶ τὴν Νηστείαν· καὶ γὰρ αὕτη ῥώννυσι
τὸ σῶμα, καὶ καταφωτίζει τὸν νοῦν, καὶ τὴν καρδίαν.
Γεδεὼν τὸν θαυμάσιον,
ἐκμιμουμένη ψυχή, ἀρετὰς φέρουσα, πίστιν ἐλπίδα, καὶ ἀγάπην Χριστοῦ, ἔξελθε κτείνουσα,
τὰ ἀλλόφυλα πάθη, ὡς ἐκεῖνος, σὺν τριακοσίοις, τὸ Μαδινιαῖον ἔθνος ἀποκαθαίρων.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Καὶ Τριάδα δοξάζω σε, καὶ ὡς Μονάδα ὑμνῶ, σὲ Θεότης μία, Πάτερ παντοκράτορ, καὶ
μονάρχα Υἱέ, Πνεῦμα τὸ ἅγιον, καὶ πανδέσποτον κράτος, μία φύσις, μία βασιλεία, ἐν
δὲ χαρακτῆρσι, τρισὶ προσκυνουμένη.
'Ἂς ἐν τόκῳ διέφυγεν, ὠδῖνας ὑπερφυῶς ἐν τῷ σῷ τιμίῳ Πάθει, ἐπέγνω ἡ τεκοῦσά
σε· ἤλγει γὰρ βλέπουσα, ἐν σταυρῷ σε παγέντα ἑκουσίως, ὑπὸ Ἰουδαίων, τὸν ἐπὶ ὑδάτων,
τὴν γῆν θεμελιοῦντα.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, σὺν ταῖς χιλιάσι, καὶ μυριάσι
τῶν Δυνάμεων, τότε μου Κύριε φεῖσαι ἄνες, καὶ ῥῦσαι καταδίκης, μή με κατασχύνῃς,
μή με κατακρίνῃς, πυρὶ τῷ αἰωνίῳ.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
«Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ, ὅριον ψάμμον, καὶ συνέχων
τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ
Δημιουργῷ καὶ Κτίστῃ, εἰς τοὺς αἰῶνας».
Τὸν ἀπὸ τῆς σῆς μακρυνθέντα, Πάτερ ἀγάπης, καὶ ἐθελουσίοις ὁρμαῖς, ἡδονῶν
δουλωθέντα, ἐπιστρέφοντα ὡς τὸν Ἄσωτον δέξαι· μόνος γὰρ ὑπάρχεις πολυέλεος.
Ἄκαρπος ἐδείχθην
συκῇ, μόνην τὴν κακίαν γεωργῶν ὁ ἄθλιος, τὸ πῦρ μοι προξενοῦσαν. Σὺ οὖν Κύριε
καρποφόρον με δεῖξον, πράξεις ἀγαθὰς καρποφοροῦντά σοι.
Νήστευσον ψυχή
μου, κακίας καὶ πονηρίας, κράτησον ὀργῆς, καὶ θυμοῦ καὶ πάσης ἁμαρτίας. Ἰησοῦς
γὰρ τοιαύτην θέλει νηστείαν, ὁ φιλανθρωπότατος Θεὸς ἡμῶν.
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων,
σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Καθαρὰν νηστείαν, τῶν κακῶν τὴν ἀποχήν, προσενέγκωμεν, ὡς δῶρα εὐπρόσδεκτα,
Χριστῷ τῷ Θεῷ ἡμῶν.
Ἐλισσαῖος πάλαι,
πῶς διέτρεφε Προφήτας, μαθοῦσα ψυχή, σχεδίως ἐκτράφηθι, ἀπευχαριστοῦσα Χριστῷ.
Τρισσουμένην μίαν, σὲ Θεότης ἀνυμνῶ, τοῖς προσώποις μορφήν, Πατέρα τὸν ἄναρχον,
Υἱόν, καὶ Πνεῦμα τὸ ζῶν.
Θεομῆτορ Κόρη, ἡ παστὰς τοῦ οὐρανίου, Βασιλέως Χριστοῦ, σῷζε τῇ πρεσβείᾳ σου,
τοὺς πόθῳ ὑμνοῦντάς σε.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Δανιὴλ τοὺς θῆρας, ἐν τῷ λάκκῳ ἡμεροῖ, ἐγκρατείας κημῷ· καὶ ἡμεῖς δαμάσωμεν, τὰ
πάθη νηστεύοντες.
«Μεγαλύνομέν σε, τὴν πανάμωμον Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, ἐν ᾗ ἐπεσκίασε τὸ Πνεῦμα
τὸ πανάγιον».
Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι
οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν
με.
Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι
οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν
με.
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς
ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ
Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων
πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχας ἡμῶν.
Ἡ λαμπὰς ἡ ἄσβεστος, ὁ θρόνος τῆς δικαιοσύνης, ἄχραντε Δέσποινα πρέσβευε, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Ὅτι ἀσθενεῖς ἡμεῖς, καὶ παρειμένοι ταῖς ἁμαρτίαις, ἴασαι τὰ συντρίμματα ἡμῶν, ὁ
ἰατρὸς τῶν ψυχῶν ἡμῶν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, Φιλάνθρωπε. (Δίς)
Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ.
Στίχ. Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Η', 13 - Θ', 7)
Κύριον τὸν Θεὸν αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ ἐὰν ἐπ' αὐτῷ
πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμόν. Καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε,
οὐδὲ ὡς πέτρας πτώματι, οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κυλάσματι ἐγκαθήμενοι
ἐν Ἱερουσαλήμ. Διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ
συντριβήσονται καὶ ἐγγιοῦσι, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε
φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν
Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι
ἐπ' αὐτῷ. Ἰδού, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα
ἐν τῷ οἴκῳ Ἰσραήλ, παρὰ Κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Καὶ ἐὰν εἴπωσι
πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς
κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι;
τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν
οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Καὶ ἥξει ἐφ' ἡμᾶς
σκληρὸς λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα,
καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται,
καὶ ἰδού, ἀπορία στενή, θλίψις, καὶ στενοχωρία, καὶ σκότος, ὥστε μὴ βλέπειν. Καὶ
οὐκ ἀποκριθήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὤν, ἕως καιροῦ, τοῦτο πρῶτον πίε, ταχὺ ποίει,
χώρα Ζαβουλών, γῆ Νεφθαλείμ, καὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου,
Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, οἱ κατοικοῦντες
ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες
ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ,
καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Διότι ἀφῄρηται ὁ ζυγός, ὁ ἐπ' αὐτῶν κείμενος,
καὶ ἡ ῥάβδος, ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν,
ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ
καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη
ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ
ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής,
ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας,
καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ
τὸν θρόνον Δαυΐδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι
ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ
ποιήσει ταῦτα.
Σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.
Στίχ. Κρῖνόν μοι, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου.
ΣΧΟΛΙΑ
Κλίση Αορίστου β
ἔγνων
ἔγνως
ἔγνω
ἔγνωμεν
ἔγνωτε
ἔγνωσαν
Χρονική αντικατάσταση
Ενεστώτας δωρεῖσθαι
Μέλλοντας δωρήσεσθαι
Παθητικός Μέλλοντας δωρηθήσεσθαι
Αόριστος δωρήσασθαι
Παθητικός Αόριστος δωρηθῆναι
Παρακείμενος δεδωρῆσθαι
ἡ κλῆσις
τῆς κλήσεως
τῇ κλήσει
αἱ κλήσεις
ταῖς κλήσεσι(ν)
τάς κλήσεις
(ὦ) κλήσεις
τό πρᾶγμα
τοῦ πράγματος
τῷ πράγματι
τοῖς πράγμασι(ν)
τά πράγματα
(ὦ) πράγματα
Ρήμα: ἐμπαροινέω
ὁ ἐμπαροινῶν
τοῦ ἐμπαροινοῦντος
τῷ ἐμπαροινοῦντι
τόν ἐμπαροινοῦντα
(ὦ) ἐμπαροινῶν
οἱ ἐμπαροινοῦντες
τῶν ἐμπαροινούντων
τοῖς ἐμπαροινοῦσι / ἐμπαροινοῦσιν
τούς ἐμπαροινοῦντας
(ὦ) ἐμπαροινοῦντες
ὁ θανών
τοῦ θανόντος
οἱ θανόντες
τῶν θανόντων
τούς θανόντας
(ὦ) θανόντες
Ρήμα ἐπιτελέω-ῶ < ἐπί + τελέω-ῶ
Κλίση Αορίστου Ενεργητικής Φωνής
ἐπετέλεσα
ἐπετέλεσας
ἐπετέλεσε / ἐπετέλεσεν
ἐπετελέσαμεν
ἐπετελέσατε
ἐπετέλεσαν
Χρονική αντικατάσταση
Ενεστώτας ἐπιτελεῖς
Παρατατικός ἐπετέλεις
Μέλλοντας ἐπιτελεῖς
Αόριστος ἐπετέλεσας
Παρακείμενος ἐπιτετέλεκας
Υπερσυντέλικος ἐπετετελέκεις
Εγκλιτική αντικατάσταση
Οριστική ἐπετέλεσας
Υποτακτική ἐπιτελέσῃς
Ευκτική ἐπιτελέσαις / ἐπιτελέσειας
Προστακτική ἐπιτέλεσον
Απαρέμφατο ἐπιτελέσαι
Μετοχή ἐπιτελέσας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου